Παρασκευή 23 Αυγούστου 2013

Παναγία ἡ Παντάνασσα: Ἡ πάντων Βασίλισσα

Παναγία ἡ Παντάνασσα


Προσόμοια. Ἦχος α' . Πανεύφημοι μάρτυρες.
Χαῖρε θεῖον ὄχημα Θεοῦ, χαῖρε πάντων Ἄνασσα, 
χαῖρε Κυρία τῆς κτίσεως, χαῖρε ἡ ἄμπελος, 
βότρυν ἡ τεκοῦσα, οἶνον ἀποστάζοντα, 
εὐφραίνοντα τοὺς πίστει ὑμνοῦντάς σε 
καὶ μεγαλύνοντας, καὶ τιμῶντάς σε πανύμνητε,
ὡς μητέρα Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Ἅγιος Ἀνδρέας Κρήτης
 *

Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Χαῖρε Παντάνακτος Μήτηρ χαῖρε Βασίλισσα, 
τῶν βασιλίδων κόσμου, Θεοτόκε Μαρία, 
χαῖρε ἀσθενούντων ἡ ταχινή, ἰατρεία καὶ λύτρωσις·
χαῖρε τρυφὴ Παραδείσου τοῦ ἐν Ἐδέμ, 
ἀσυγκρίτως ὑπερέχουσα.

Ἅγιος Ἰωάννης ὁ Δαμασκηνὸς 
 *

Προσόμοια. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Χαῖρε πασῶν Ἄνασσα, τῶν ἀνασσῶν Θεοτόκε, 
χαῖρε ὑπερέχουσα, τῶν ἐπουρανίων πασῶν Δυνάμεων·
χαῖρε γῆς Δέσποινα, καὶ θαλάσσης μόνη, 
καὶ τῆς κτίσεως βασίλισσα, χαῖρε τὸ κράτιστον,
σκῆπτρον καὶ γενναῖον ὀχύρωμα· 
καὶ σθένος καὶ κραταίωμα, τῶν βασιλευόντων Πανύμνητε, 
χαῖρε θεῖε κῆπε· τοῦ ᾅδου, χαῖρε νέκρωσις ἁγνή, 
Χριστιανῶν καταφύγιον, χαῖρε παντευλόγητε.

 Ἅγιος Ἀνδρέας Κρήτης 
*

Προσόμοια. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.
Χαῖρε τὸ λαμπρότατον, τοῦ βασιλέως Κυρίου, 
καὶ φαιδρὸν παλάτιον, χαίροις πόλις ἔμψυχε τοῦ Παντάνακτος·
χαῖρε μόνη ἄρρηκτος, καὶ βεβαία σκέπη, 
τῶν ἐν πίστει δεομένων σου, 
χαῖρε διάσωσμα, κόσμου καὶ θερμὸν ἱλαστήριον,
χαῖρε ἡ θείως σβέσασα, τῆς πολυθεΐας τὴν κάμινον,
 χαῖρε τῶν Ἀγγέλων, ἡ θεία χαρμονὴ καὶ τῶν βροτῶν, 
ἡ κραταιὰ καὶ ἀνώλεθρος, Δέσποινα βοήθεια. 

Ὅσιος Νικόλαος ὁ Κατασκεπηνός 

Πηγή: Θεοτοκάριον Ἁγίου Νικοδήμου 
τοῦ Ἁγιορείτου, σελ. 39, 45, 223 & 234.

Δεν υπάρχουν σχόλια: